TLG 1149 001 :: ANTONINI PII IMPERATORIS EPISTULA :: Epistula ad commune Asiae

ANTONINI PII IMPERATORIS EPISTULA Epist.
(A.D. 2)

Epistula ad commune Asiae

Source: Otto, J.C.T. (ed.), Corpus apologetarum Christianorum saeculi secundi, vol. 1. Jena: Mauke, 1876 (repr. Wiesbaden: Sändig, 1969): 244–246.

Citation: (Line)

1tἈντωνίνου Ἐπιστολὴ πρὸς τὸ Κοινὸν τῆς Ἀσίας.
1 Αὐτοκράτωρ Καῖσαρ Τίτος Αἴλιος Ἀδριανὸς Ἀντωνῖνος Σεβαστὸς Εὐσεβής, Ἀρχιερεὺς Μέγιστος, δημαρχικῆς ἐξου‐ σίας τὸ καʹ, ὕπατος τὸ δʹ, Πατὴρ Πατρίδος, τῷ Κοινῷ τῆς Ἀσίας χαίρειν. Ἐγὼ ᾤμην ὅτι καὶ τοὺς θεοὺς ἐπιμελεῖς ἔσε‐
5σθαι μὴ λανθάνειν τοὺς τοιούτους. Πολὺ γὰρ μᾶλλον ἐκεί‐ νους κολάσοιεν, εἴπερ δύναιντο, τοὺς μὴ βουλομένους αὐτοῖς προσκυνεῖν. Οἷς ταραχὴν ὑμεῖς ἐμβάλλετε, καὶ τὴν γνώμην
αὐτῶν, ἥνπερ ἔχουσιν, ὡς ἀθέων κατηγορεῖτε, καὶ ἕτερά τινα ἐμβάλλετε, ἅτινα οὐ δυνάμεθα ἀποδεῖξαι. Εἴη δ’ ἂν ἐκείνοις244
10χρήσιμον τὸ δοκεῖν ἐπὶ τῷ κατηγορουμένῳ τεθνάναι· καὶ νι‐ κῶσιν ὑμᾶς προϊέμενοι τὰς ἑαυτῶν ψυχάς, ἤπερ πειθόμενοι οἷς ἀξιοῦτε πράσσειν αὐτούς. Περὶ δὲ τῶν σεισμῶν τῶν γε‐ γονότων καὶ τῶν γινομένων οὐκ εἰκὸς ὑπομνῆσαι ὑμᾶς ἀθυ‐ μοῦντας, ὅτανπερ ὦσι, παραβάλλοντας τὰ ὑμέτερα πρὸς τὰ
15ἐκείνων, ὅτι εὐπαῤῥησιαστότεροι ὑμῶν γίνονται πρὸς τὸν θεόν. Καὶ ὑμεῖς μὲν ἀγνοεῖν δοκεῖτε παρ’ ἐκεῖνον τὸν χρόνον τοὺς θεούς, καὶ τῶν ἱερῶν ἀμελεῖτε, θρησκείαν δὲ τὴν περὶ τὸν θεὸν οὐκ ἐπίστασθε. Ὅθεν καὶ τοὺς θρησκεύοντας ἐζηλώκατε, καὶ διώκετε ἕως θανάτου. Ὑπὲρ τῶν τοιούτων καὶ ἄλλοι τινὲς
20τῶν περὶ τὰς ἐπαρχίας ἡγεμόνων τῷ θειοτάτῳ μου πατρὶ ἔ‐ γραψαν· οἷς καὶ ἀντέγραψε μηδὲν ὀχλεῖν τοῖς τοιούτοις, εἰ μὴ φαίνοιντό τι ἐπὶ τὴν ἡγεμονίαν Ῥωμαίων ἐγχειροῦντες. Καὶ ἐμοὶ δὲ περὶ τῶν τοιούτων πολλοὶ ἐσήμαναν· οἷς δὴ καὶ ἀν‐ τέγραψα, τῇ τοῦ πατρός μου κατακολουθῶν γνώμῃ. Εἰ δέ
25τις ἔχει πρός τινα τῶν τοιούτων πρᾶγμα καταφέρειν ὡς τοι‐ ούτου, ἐκεῖνος ὁ καταφερόμενος ἀπολελύσθω τοῦ ἐγκλήματος, κἂν φαίνηται τοιοῦτος ὤν, ἐκεῖνος δὲ ὁ καταφέρων ἔνοχος ἔ‐
σται τῇ δίκῃ.245